ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
ἀπέραντον. οὐδέποθ’ ἡμέρα γενήσεται;
καὶ μὴν πάλαι γ’ ἀλεκτρυόνος ἤκουσ’ ἐγώ.
οἱ δ’ οἰκέται ῥέγκουσιν. ἀλλ’ οὐκ ἂν πρὸ τοῦ. 5
ἀπόλοιο δῆτ’, ὦ Πόλεμε, πολλῶν οὕνεκα,
ὅτ’ οὐδὲ κολάσ’ ἔξεστί μοι τοὺς οἰκέτας.
ἀλλ’ οὐδ’ ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλα πέρδεται
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. 10
ἀλλ’, εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλλυμένοι.
ἀλλ’ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν...